Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.132 | Dem. 21.136 (English) | >>Dem. 21.139 |
21.134εἶτα , εἴ σʼ ἐπὶ τούτοις ἔσκωψεν Ἀρχετίων ἤ τις ἄλλος , πάντας ἤλαυνες ; εἰ μὲν γὰρ ἐποίεις ταῦτʼ , ὦ Μειδία , ἃ σέ φασιν οἱ συνιππεῖς καὶ κατηγόρεις ὡς λέγοιεν περὶ σοῦ , δικαίως κακῶς ἤκουες · καὶ γὰρ ἐκείνους καὶ τουτουσὶ καὶ ὅλην τὴν πόλιν ἠδίκεις καὶ κατῄσχυνες . εἰ δὲ μὴ ποιοῦντός σου κατεσκεύαζόν τινες καταψευδόμενοί σου , οἱ δὲ λοιποὶ τῶν στρατιωτῶν οὐκ ἐκείνοις ἐπετίμων , ἀλλὰ σοὶ ἐπέχαιρον , δῆλον ὅτι ἐκ τῶν ἄλλων ὧν ἔζης ἄξιος αὐτοῖς ἐδόκεις εἶναι τοῦ τοιαῦτʼ ἀκούειν · σαυτὸν οὖν μετριώτερον ἐχρῆν παρέχειν , οὐκ ἐκείνους διαβάλλειν .
21.135σὺ δʼ ἀπειλεῖς πᾶσιν , ἐλαύνεις πάντας · τοὺς ἄλλους ἀξιοῖς ὅ τι σὺ βούλει σκοπεῖν , οὐκ αὐτὸς σκοπεῖς ὅ τι μὴ λυπήσεις τοὺς ἄλλους ποιῶν . καὶ τὸ δὴ σχετλιώτατον καὶ μέγιστον ἔμοιγε δοκοῦν ὕβρεως εἶναι σημεῖον · τοσούτων ἀνθρώπων , ὦ μιαρὰ κεφαλή , σὺ παρελθὼν ἁθρόων κατηγόρεις , ὃ τίς οὐκ ἂν ἔφριξε ποιῆσαι τῶν ἄλλων ;
τοῖς μὲν τοίνυν ἄλλοις ἅπασιν ἀνθρώποις ὁρῶ τοῖς κρινομένοις , ὦ ἄνδρες δικασταί , ἓν μὲν ἢ δύʼ ὄντα τἀδικήμαθʼ ἃ κατηγορεῖται , λόγους δʼ ἀφθόνους τοιούτους ὑπάρχοντας “τίς ὑμῶν ἐμοί τι σύνοιδε τοιοῦτον ; τίς ὑμῶν ἐμὲ ταῦθʼ ἑόρακε ποιοῦντα ; οὐκ ἔστιν , ἀλλʼ οὗτοι διʼ ἔχθραν καταψεύδονταί μου , καταψευδομαρτυροῦμαι ,” τὰ τοιαῦτα · τούτῳ δʼ αὖ τἀναντία τούτων .
21.136
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.132 | Dem. 21.136 (English) | >>Dem. 21.139 |